(Στὰς πρὸ τῆς Δεσποτικῆς εἰκόνος τοῦ Χριστοῦ)
Δέσποτα Παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα, ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως, ὁ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα τῷ θεράποντί σου Μωσεῖ, παράσχου καὶ ἡμῖν, Ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τήν ἁγίαν Ἀνάστασιν. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (εκ της προηγιασμένης ακολουθίας).